Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.340 Joseph. AJ 15.345 (English) >>Joseph. AJ 15.349

15.343τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν· ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών. 15.344Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν· οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτʼ εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει. 15.345κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι Οὐάρρωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτʼ ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον· 15.346οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας· οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.340 Joseph. AJ 15.345 (English) >>Joseph. AJ 15.349

Powered by PhiloLogic